Imágenes de páginas
PDF
EPUB

Demosthenes.

̓Εὰν οὖν ἀλλὰ νῦν γ ̓ ἔτι ἀπαλλαγέντες τούτων τῶν ἐθῶν ἐθελήσητε στρατεύεσθαί τε καὶ πράττειν ἀξίως ὑμῶν αὐτῶν, καὶ ταῖς περιουσίαις ταῖς οἴκοι ταύταις ἀφορμαῖς ἐπὶ τὰ ἔξω τῶν ἀγαθῶν χρήσησθε, ἴσως ἄν, ἴσως, ὦ ἄνδρες Αθηναῖοι, τέλειόν τι καὶ μέγα κτήσαισθε ἀγαθόν, καὶ τῶν τοιούτων λημμάτων ἀπαλλαγείητε, ἃ τοῖς ἀσθενοῦσι παρὰ τῶν ἰατρῶν σιτίοις διδομένοις ἔοικε. καὶ γὰρ οὔτ ̓ ἰσχὺν ἐκεῖνα ἐντίθησιν, οὔτ ̓ ἀποθνήσκειν ἐ· καὶ ταῦτα, ἃ νέμεσθε νῦν ὑμεῖς, οὔτε τοσαῦτά ἐστιν, ὥστε ὠφέλειαν ἔχειν τινὰ διαρκῆ, οὔτ ̓ ἀπογνόντας ἄλλο τι πράττειν ἐᾷ, ἀλλ ̓ ἔστι ταῦτα τὴν ἑκάστου ῥᾳθυμίαν ὑμῶν ἐπαυξάνοντα. οὐκοῦν σὺ μισθοφορὰν λεγεις; φήσει τις. καὶ παραχρῆμά γε τὴν αὐτὴν σύνταξιν ἁπάντων, ὦ ἄνδρες Ἀθηναῖοι, ἵνα τῶν κοινῶν ἕκαστος τὸ μέρος λαμβάνων, ὅτου δέοιτο ἡ πόλις, τοῦθ ̓ ὑπάρχοι. ἔξεστιν ἄγειν ἡσυχίαν; οἴκοι μένων εἰ βελτίων, τοῦ δι ̓ ἔνδειαν ἀνάγκῃ τι ποιεῖν αἰσχρὸν ἀπηλλαγμένος. συμβαίνει τι τοιοῦτον, οἷον καὶ τὰ νῦν ;

Herodotus.

'Ω βασιλεῦ, ἐγὼ τόνδε ἑλων, οὐκ ἐδικαίωσα φέρειν ἐς ἀγορὴν, καίπερ γε ἐὼν ἀποχειροβίωτος, ἀλλά μοι ἐδόκεε σεῦ τε εἶναι ἄξιος καὶ τῆς σῆς ἀρχῆς· σοὶ δὴ μιν φέρων δίδωμι. ὁ δὲ, ἡσθεὶς τοῖσι ἔπεσι, ἀμείβεται τοῖσδε, Κάρτα τε εὖ ἐποίησας, καὶ χάρις διπλέη τῶν τε λόγων καὶ τοῦ δώρου· καὶ σε ἐπὶ δεῖπνον καλέομεν. ὁ μὲν δὴ ἁλιεὺς, μέγα ποιεύμενος ταῦτα, ἤϊε ἐς τὰ οἰκία. τὸν δὲ ἰχθῦν τάμνοντες οἱ θεράποντες, εὑρίσκουσι ἐν τῇ νηδύϊ αὐτοῦ ἐνεοῦσαν τὴν Πολυκράτεος σφρηγίδα. ὡς δὲ εἶδόν τε καὶ ἔλαβον, τάχιστα ἔφερον κεχαρηότες παρὰ τὸν Πολυκράτεα, διδόντες δέ οἱ τὴν σφρηγίδα, ἔλεγον ὅτεῳ τρόπῳ εὑρέθη. τὸν δὲ ὡς ἐσῆλθε θεῖον εἶναι τὸ πρῆγμα, γράφει ἐς βιβλίον πάντα, τὰ ποιήσαντά μιν, οἷα καταλελαβήκες γράψας δὲ, ἐς Αἴγυπτον ἐπέθηκε.

Ἐπιλεξάμενος δὲ ὁ Αμασις τὸ βιβλίον τὸ παρὰ τοῦ Πολυκράτεος ἧκον, ἔμαθε ὅτι ἐκκομίσαι τε ἀδύνατον εἴη ἀνθρώπῳ ἄνθρωπον ἐκ τοῦ μέλλοντος γίνεσθαι πρήγματος, καὶ ὅτι οὐκ εὖ τελευτήσειν μέλλει Πολυκράτης, εὐτυχέων τὰ πάντα· ὃς καὶ τὰ ἀποβάλλει, εὑρίσκει. πέμψας δὲ οἱ κήρυκα ἐς Σάμον διαλύεσθαι ἐφη τὴν ξεινίην.

Herodotus, Calliope.

Τούτου τὸν πατέρα κατέλαβε Ευήνιον πρῆγμα τοιόνδε ἔστι ἐν τῇ Ἀπολλωνίῃ ταύτῃ ἱρὰ ἡλίου πρόβατα, τὰ τὰς μὲν ἡμέρας βόσκεται παρὰ ποταμὸν, ὃς ἐκ Λάκμωνος οὔρεος ῥέει διὰ τῆς Ἀπολλωνίης χώρης ἐς θάλασσαν, παρ' *Ωρικον λιμένα· τὰς δὲ νύκτας ἀραιρημένοι ἄνδρες οἱ πλούτῳ τε καὶ γένει δοκιμώτατοι τῶν ἀστῶν, οὗτοι φυλασ σουσι ἐνιαυτὸν ἕκαστος. περὶ πολλοῦ γὰρ δὴ ποιεῦνται Ἀπολλωνιῆται τὰ πρόβατα ταῦτα, ἐκ θεοπροπίου τινός. ἐν δὲ ἄντρῳ αὐλίζονται ἀπὸ τὴς πόλιος ἐκάς. ἔνθα δὴ τότε ὁ Εὐήνιος οὗτος ἀραιρημένος ἐφύλασσε. καί κοτε αὐτοῦ κατακοιμήσαντος τὴν φυλακὴν, παρελθόντες λύκοι ἐς τὸ ἄντρον, διέφθειραν τῶν προβάτων ὡς ἑξήκοντα. ὁ δὲ, ὡς ἐπήϊσε, εἶχε σιγῇ, καὶ ἔφραζε οὐδενὶ, ἐν νόῳ ἔχων ἀντικαταστήσειν ἄλλα πριάμενος. καὶ οὐ γὰρ ἔλαβε τοὺς Ἀπολλωνιήτας ταῦτα γενόμενα· ἀλλ' ὡς ἐπύθοντο, ὑπαγαγόντες μιν ὑπὸ δικαστήριον, κατέκριναν, ὡς τὴν φυλακὴν κατακοιμήσαντα, τῆς ὄψιος στερηθῆναι. ἐπεί τε δὲ τὸν Εὐήνιον ἐξετύφλωσαν, αὐτίκα μετὰ ταῦτα οὔτε πρόβατά σφι ἔτικτε, οὔτε γῆ ἔφερε ὁμοίως καρπόν. πρόφαντα δέ σφι ἔν τε Δωδώνῃ καὶ ἐν Δελφοῖσι ἐγένετο.

Xenophon, Anabasis.

Καὶ ἦν μὲν δείλη ἤδη, οἱ δ ̓ ἐκέλευον αὐτοὺς ἐμφα γόντας πορεύεσθαι. καὶ τὸν ἡγεμόνα δήσαντες παραδι δόασιν αὐτοῖς, καὶ συντίθενται τὴν μὲν νύκτα, ἢν λάβωσι τὸ ἄκρον, τὸ χωρίον φυλάττειν, ἅμα δὲ τῆ ἡμέρᾳ τῇ σάλπιγγι σημαίνειν· καὶ τοὺς μὲν ἄνω ὄντας ἰέναι ἐπὶ τοὺς κατέχοντας τὴν φανερὰν ἔκβασιν, αὐτοὶ δὲ συμβοηθήσειν ἐκβαίνοντες ὡς ἂν δύνωνται τάχιστα. ταῦτα συνθέμενοι οἱ μὲν ἐπορεύοντο πλῆθος ὡς δισχίλιοι καὶ ὕδωρ πολὺ ἦν ἐξ οὐρανοῦ· Ξενοφῶν δὲ ἔχων τοὺς ὀπισθοφύλακας ἡγεῖτο πρὸς τὴν φανερὰν ἔκβασιν, ὅπως ταυτῇ τῇ ὁδῷ οἱ πολέμιοι προσέχοιεν τὸν νοῦν καὶ ὡς μάλιστα λάθοιεν οἱ περιϊόντες· ἐπεὶ δὲ ἦσαν ἐπὶ χαράδρᾳ οἱ ὀπισθοφύλακες, ἣν ἔδει διαβάντας πρὸς τὸ ὄρθιον ἐκβαίνειν, τηνικαῦτα ἐκυλίνδουν οἱ βάρβαροι ὁλοιτρόχους ἁμαξιαίους καὶ μείζους καὶ ἐλάττους, οἳ φερόμενοι πρὸς τὰς πέτρας πταίοντες διεσφενδονῶντο· καὶ παντάπασιν οὐδὲ πελάσαι οἷόν τ ̓ ἦν τῇ εἰσόδῳ. ἔνιοι δὲ τῶν λοχαγῶν, εἰ μὴ ταύτῃ δύναιντο, ἄλλῃ

ἐπειρῶντο· καὶ ταῦτα ἐποίουν μέχρι σκότος ἐγένετο· ἐπεὶ δὲ ᾤοντο ἀφανεῖς εἶναι ἀπιόντες, τότε ἀπῆλθον ἐπὶ τὸ δεῖπνον.

Xenophon, Hellenics.

Αντεπλήρωσαν δὲ καὶ οἱ Λακεδαιμόνιοι ναυτικόν, καὶ Νικόλοχον ναύαρχον, μάλα θρασὺν ἄνδρα, ἐξέπεμψαν· ὃς ἐπειδὴ εἶδε τὰς μετὰ Τιμοθέου ναῦς, οὐκ ἐμέλλησε, καίπερ ἓξ νεῶν ἀπουσῶν αὐτῷ τῶν Ἀμβρακιωτίδων, ἀλλά, πέντε καὶ πεντήκοντα ἔχων ναῦς, ἑξήκοντα οὔσαις ταῖς μετὰ Τιμοθέου εναυμάχησε. καὶ τότε μὲν ἡττήθη, καὶ τρόπαιον ὁ Τιμοθεος ἔστησεν ἐν Αλυζίᾳ. Ὁ δὲ, ἀνειλκυστ μένων τῶν Τιμοθέον νεῶν καὶ ἐπισκευαζομένων, ἐπεὶ παρεγένοντο αὐτῷ αἱ Αμβρακιώτιδες ἓξ τριήρεις, ἐπὶ τὴν Αλυζίαν ἔπλευσεν, ἔνθα ἦν ὁ Τιμόθεος. ὡς δ ̓ οὐκ ἀντα νῆγε, τρόπαιον αὖ κἀκεῖνος ἐστήσατο ἐν ταῖς ἐγγυτάτω νήσοις. ὁ δὲ Τιμόθεος, ἐπεί, ἅς τε εἶχεν ἐπεσκεύασε καὶ ἐκ Κερκύρας ἄλλας προσεπληρώσατο, γενομένων αὐτῷ τῶν πασῶν πλέον ἑβδομήκοντα, πολὺ δὴ ὑπερείχε ναυ τικῷ. χρήματα μέντοι μετεπέμπετο Ἀθήνηθεν πολλῶν γὰρ ἐδεῖτο, ἅτε πολλὰς ναῦς ἔχων.

Thucydides.

καί φασι δὴ δίκῃ πρότερον ἐθελῆσαι κρίνεσθαι, ἥν γε οὐ τὸν προὔχοντα καὶ ἐκ τοῦ ἀσφαλούς προκαλούμενον λέγειν τι δοκεῖν δεῖ, ἀλλὰ τὸν ἐς ἴσον τά τε ἔργα ὁμοίως καὶ τοὺς λόγους πρὶν διαγωνίζεσθαι καθιστάντα. οὗτοι δ ̓ οὐ πρὶν πολιορκεῖν τὸ χωρίον, ἀλλ ̓ ἐπειδὴ ἡγήσαντο ἡμᾶς οὐ περιόψεσθαι, τότε καὶ τὸ εὐπρεπὲς τῆς δίκης παρέστ χοντο. καὶ δεῦρο ἥκουσιν οὐ τἀκεί μόνον αὐτοὶ ἁμαρτόντες, ἀλλὰ καὶ ὑμᾶς νῦν ἀξιοῦντες οὐ ξυμμαχεῖν ἀλλὰ ξυναδικεῖν καὶ διαφόρους ὄντας ἡμῖν δέχεσθαι σφᾶς οὓς χρῆν ὅτε ἀσφαλέστατοι ἦσαν, τότε προσιέναι καὶ μὴ ἐν ᾧ ἡμεῖς μέν ἠδικήμεθα, οὗτοι δὲ κινδυνεύουσι, μηδ ̓ ἐν ᾧ ὑμεῖς τῆς τε δυνάμεως αὐτῶν τότε οὐ μεταλαβόντες τῆς ὠφελείας νῦν μεταδώσετε, καὶ τῶν ἁμαρτημάτων ἀπογενόμενοι τῆς ἀφ' ἡμῶν αἰτίας τὸ ἴσον ἕξετε, πάλαι δὲ κοινώσαντας τὴν δύναμιν κοινὰ καὶ τὰ ἀποβαίνοντα ἔχειν, ἐγκλημάτων δὲ μόνων ἀμετόχους οὕτω τῶν μετὰ τὰς πράξεις τούτων μὴ κοινωνεῖν, ὡς μὲν οὖν αὐτοί τε μετὰ προσηκόντων ἐγκλημάτων ἐρχόμεθα καὶ οἵδε βίαιοι καὶ πλεονέκται εἰσὶ δεδήλωται· ὡς δὲ οὐκ ἂν δικαίως αὐτοὺς δέχοισθε μαθεῖν χρή.

Thucydides.

Ο μὲν Βρασίδας τοσαῦτα εἶπεν. οἱ δὲ Ακάνθιοι, πολλῶν λεχθέντων πρότερον ἐπ ̓ ἀμφότερα, κρύφα διαψηφισάμενοι, διά τε τὸ ἐπαγωγὰ εἰπεῖν τὸν Βρασίδαν καὶ περὶ τοῦ καρποῦ φόβῳ ἔγνωσαν οἱ πλείους ἀφίστασθαι Αθηναίων, καὶ πιστώσαντες αὐτὸν τοῖς ὅρκοις οὓς τὰ τέλη τῶν Λακεδαιμονιων ομόσαντα αὐτὸν ἐξέπεμψαν, ἢ μὴν ἔσεσθαι ξυμμάχους αὐτονόμους οὓς ἂν προσαγάγηται, οὕτω δέχονται τὸν στρατόν. καὶ οὐ πολλῷ ὕστερον καὶ Στάγειρος Ανδρίων ἀποικία ξυναπέστη, ταῦτα μὲν οὖν ἐν τῷ θέρει τούτῳ ἐγένετο.

Τοῦ δ ̓ ἐπιγιγνομένου χειμῶνος εὐθὺς ἀρχομένου, ὡς τῷ Ιπποκράτει καὶ Δημοσθένει στρατηγοῖς οὖσιν Αθηναίων τὰ ἐν τοῖς Βοιωτοῖς ἐνεδίδοτο, καὶ ἔδει τὸν μέν Δημοσ θένην ταῖς ναυσὶν ἐς τὰς Σίφας ἀπαντῆσαι, τὸν δ ̓ ἐπὶ τὸ Δήλιον, γενομένης διαμαρτίας των ἡμερῶν ἐς ἃς ἔδει ἀμφοτέρους στρατεύειν, ὁ μὲν Δημοσθένης πρότερον πλεύσας πρὸς τὰς Σίφας καὶ ἕλὼν ἐν ταῖς ναυσὶν Ακαρνᾶνας καὶ τῶν ἐκεῖ πολλοὺς ξυμμάχων, ἄπρακτος γίγνεται μηνυθέντος τοῦ ἐπιβουλεύματος ὑπὸ Νικομάχου ἀνδρὸς Φωκέως ἐκ Φανοτέως, ὃς Λακεδαιμονίοις εἶπεν, ἐκεῖνοι δὲ Βοιωτοῖς· καὶ βοηθείας γενομένης πάντων Βοιωτῶν, οὐ γάρ πω Ιπποκράτης παρελύπει ἐν τῇ γῇ ὤν, προκατα λαμβάνονται αἵ τε Σίφαι καὶ ἡ Χαιρώνεια. ὡς δὲ ᾔσθοντο οἱ πράσσοντες τὸ ἁμάρτημα, οὐδὲν ἐκινησαν τῶν ἐν ταῖς πόλεσιν.

Lucian.

"Ηκεις ποτέ, ὦ Πολύστρατε, καὶ σὺ παρ ̓ ἡμᾶς ἔτη οἶμαι οὐ πολὺ ἀποδέοντα τῶν ἑκατὸν βεβιωκώς ; Οκτὼ ἐπὶ τοῖς ἐνενήκοντα, ὦ Σιμύλε

Πῶς δαὶ τὰ μετ' ἐμὲ ταῦτα ἐβίως τριάκοντα; ἐγὼ γὰρ ἀμφὶ τὰ ἑβδομήκοντά σου ὄντος ἀπέθανον.

Ὑπερήδιστα, εἰ καὶ σοι παράδοξον τοῦτο δόξει.

Παράδοξον, εἰ γέρων τε καὶ ἀσθενὴς ἄτεκνος τε προσέτι ἥδεσθαι τοῖς ἐν τῷ βίῳ ἐδύνατο.

Τὸ μὲν πρῶτον ἅπαντα ἐδυνάμην· ἔτι καὶ παῖδες ὡραῖοι ἦσαν πολλοὶ καὶ γυναῖκες ἁβρόταται καὶ μύρα καὶ οἶνος ἀνθοσμίας καὶ τράπεζα ὑπὲρ τὰς ἐν Σικελία.

Καινὰ ταῦτα· ἐγὼ γάρ σε πάν» φειδόμενον ἐπιστάμην, Ἀλλ ̓ ἐπέρρει μοι, ὦ γενναῖε, παρ ̓ ἄλλων τἀγαθά· καὶ

ἕωθεν μὲν εὐθὺς ἐπὶ θύρας ἐφοίτων μάλα πολλοί, μετὰ δὲ παντοῖά μοι δῶρα προσήγετο ἁπανταχόθεν τῆς γῆς ὰτ κάλλιστα.

Ετυράννησας, ὦ Πολύστρατε, μετ' ἐμέ;

Οὔκ, ἀλλ ̓ ἐραστὰς εἶχον μυρίους.

Εγέλασα· ἐραστὰς σὺ τηλικοῦτος ὤν, ὀδόντας τέτο ταρας ἔχων;

Νὴ Δία, τοὺς ἀρίστους γε τῶν ἐν τῇ πόλει· καὶ γέροντά με καὶ φαλακρόν, ὡς ὁρᾷς, ὄντα καὶ λημῶντα προσέτι καὶ κορυζῶντα ὑπερήδοντο θεραπεύοντες, καὶ μακάριος ἦν αὐτῶν ὅντινα ἂν καὶ μόνον προσέβλεψα.

III.-For Translation into Greek Prose:

From the pinnacle of greatness Andronicus was precipitated by a death more cruel and shameful than that of the vilest malefactor; but the most glorious of his predecessors had much more to dread from their subjects than to hope from their enemies.

The army was licentious without spirit; the nation turbulent without freedom; the barbarians of the East and West pressed on the monarchy, and the loss of the provinces was terminated by the final servitude of the capital. The entire series of Roman Emperors, from the first of the Cæsars to the last of the Constantines, extends above fifteen hundred years; and the term of dominion, unbroken by foreign conquest, surpasses the measure of the ancient monarchies, the Assyrians or Medes, the successors of Cyrus or those of Alexander.

For Greek Iambics :

The chariest maid is prodigal enough,
If she unmask her beauty to the moon.
Virtue itself 'scapes not calumnious strokes;
The canker galls the infants of the spring

« AnteriorContinuar »